Αρχιεπισκόπου Αμερικής Σπυρίδωνος
γράμμα προς το Οικουμενικό Πατριαρχείο
περί διορισμού του ως Πατριαρχικού Εξάρχου στην Αμερική

( 15 Οκτωβρίου 1996 )


Ἀριθμ. Πρωτ. 55/96

Τῇ Αὐτοῦ Θειοτάτῃ Παναγιότητι
τῷ Οἰκουμενικῷ Πατριάρχῃ
κυρίῳ μοι κυρίῳ Βαρθολομαίῳ,

προσκυνητῶς.

Παναγιώτατε καί θειότατε Πάτερ καί Δέσποτα,

Κομισάμενος ἄρτι τά ὑπ’ ἀριθ. πρωτ. 1055 σεπτά Πατριαρχικά Γράμματα, ὁ εὐλαβῶς ὑποσημειούμενος σπεύδει ἵνα εὐλαβῶς ὑποβάλῃ τῇ Ὑμετέρᾳ θεοτιμήτῳ Κορυφῇ τάς θερμοτέρας τῶν υἱικῶν αὐτοῦ εὐχαριστιῶν ἐπί τῷ διορισμῷ αὐτοῦ ὡς Πατριαρχικοῦ Ἐξάρχου, προεδρεύοντος τῶν συνεδριῶν τῆς ἐν Ἡνωμέναις Πολιτείαις Ἀμερικῆς Μονίμου Ἐπιτροπῆς Κανονικῶν Ὀρθοδόξων Ἐπισκόπων (SCOBA).

Ὁ γράφων διαβεβαιοῦται, ὅτι θέλει καταβάλει πᾶσαν δυνατήν προσπάθειαν, ἵνα καί ἐν τῷ ἀνατεθέντι αὐτῷ δυσχερεῖ τούτῳ ἔργῳ φανῇ ἀντάξιος τῆς ἐμπιστοσύνης καί τῶν προσδοκιῶν τῆς Ὑμετέρας προσκυνητῆς Παναγιότητος, ἀκολουθῶν ἐν πᾶσι ταῖς ὑποδείξεσι καί ἐντολαῖς τῆς Μητρός Ἐκκλησίας.

Καί ἐπί τούτοις τήν τιμίαν τε καί χαριτόβρυτον δεξιάν τῆς Ὑμετέρας θεοτιμήτου Κορυφῆς ἐν εὐλαβείᾳ κατασπαζόμενος, τάς θεοπειθεῖς δέ Αὐτῆς πατρικάς εὐχάς καί εὐλογίας ταπεινῶς ἐξαιτούμενος, ὑποδιατελῶ,

ἐν Νέᾳ Ὑόρκῃ τῇ 15ῃ Ὀκτωβρίου 1996,

[ χειρογράφως:

μετά βαθυτάτου σεβασμοῦ

καί υἱϊκῆς ἀφθίτου εὐγνωμοσύνης, ]

[ ὑπογραφή ]

(   ο Αμερικής Σπυρίδων )